Τὰ δ᾽ αὐτὰ προβλήματά ἐστι τὰ μὲν τῶι τὸ αὐτὸ ↵ μέσον ἔχειν, οἷον ὅτι πάντα ἀντιπερίστασις. τούτων δ᾽ ἔνια τῶι γένει ταὐτά, ὅσα ἔχει διαφορὰς τῶι ἄλλων ἢ ἄλλως εἶναι, οἷον διὰ τί ἠχεῖ, ἢ διὰ τί ἐμφαίνεται, καὶ διὰ τί ἶρις· ἅπαντα γὰρ ταῦτα τὸ αὐτὸ πρόβλημά ἐστι γένει (πάντα γὰρ ἀνάκλασισ), ἀλλ᾽ εἴδει ἕτερα.